Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.76 Joseph. AJ 4.80 (English) >>Joseph. AJ 4.85

4.78

Τότε δὴ καὶ τὴν ἀδελφὴν αὐτοῦ Μαριάμην τελευτὴ τοῦ βίου καταλαμβάνει τεσσαρακοστὸν ἔτος πεπληρωκυῖαν ἀφʼ οὗ τὴν Αἴγυπτον κατέλιπε μηνὸς δὲ Ξανθικοῦ νουμηνίᾳ κατὰ σελήνην. θάπτουσι δʼ αὐτὴν δημοσίᾳ πολυτελῶς ὑπέρ τινος ὄρους, καλοῦσι Σίν, καὶ πενθήσαντα ἐπὶ τριάκοντα ἡμέρας τὸν λαὸν ἐκάθηρε Μωυσῆς τούτῳ τῷ τρόπῳ· 4.79μόσχον θήλειαν, ἀρότρου μὲν καὶ γεωργίας ἄπειρον ὁλόκληρον δέ, ξανθὴν πᾶσαν, μικρὸν ἄπωθεν τοῦ στρατοπέδου προαγαγὼν εἰς χωρίον καθαρώτατον ἀρχιερεὺς ἔθυέ τε καὶ τοῦ αἵματος ἑπτάκις ἔρρανε τῷ δακτύλῳ ἀντικρὺ τῆς σκηνῆς τοῦ θεοῦ. 4.80ἔπειτα καιομένης ὡς εἶχεν ὅλης τῆς δαμάλιδος σὺν τῇ δορᾷ καὶ τοῖς ἐντὸς ξύλον κέδρινον εἰς μέσον ἐμβάλλουσι τὸ πῦρ καὶ ὕσσωπον καὶ φοινικτὸν ἔριον· συναγαγὼν δʼ αὐτῆς ἅπασαν τὴν τέφραν ἁγνὸς ἀνὴρ κατατίθησιν εἰς χωρίον καθαρώτατον. 4.81τοὺς οὖν ἀπὸ νεκροῦ μεμιασμένους τῆς τέφρας ὀλίγον εἰς πηγὴν ἐνιέντες καὶ ὕσσωπον βαπτίσαντές τε καὶ τῆς τέφρας ταύτης εἰς πηγὴν ἔρραινον τρίτῃ τε καὶ ἑβδόμῃ τῶν ἡμερῶν καὶ καθαροὶ τὸ λοιπὸν ἦσαν. τοῦτο δὲ καὶ κατελθοῦσιν εἰς τὰς κληρουχίας προσέταξε ποιεῖν. 4.82

Μετὰ δὲ τὴν ἐπὶ τῷ πένθει τῆς ἀδελφῆς τοῦ στρατηγοῦ κάθαρσιν τοιαύτην γενομένην ἀπῆγε τὴν δύναμιν διὰ τῆς ἐρήμου καὶ τῆς Ἀραβίας ἐλθὼν εἰς χωρίον, μητρόπολιν αὑτῶν Ἄραβες νενομίκασι, πρότερον μὲν Ἄρκην λεγομένην Πέτραν δὲ νῦν ὀνομαζομένην.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.76 Joseph. AJ 4.80 (English) >>Joseph. AJ 4.85

Powered by PhiloLogic